Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.265 Joseph. AJ 15.269 (English) >>Joseph. AJ 15.274

15.267

Διὰ τοῦτο καὶ μᾶλλον ἐξέβαινεν τῶν πατρίων ἐθῶν καὶ ξενικοῖς ἐπιτηδεύμασιν ὑποδιέφθειρεν τὴν πάλαι κατάστασιν ἀπαρεγχείρητον οὖσαν, ἐξ ὧν οὐ μικρὰ καὶ πρὸς τὸν αὖθις χρόνον ἠδικήθημεν ἀμεληθέντων ὅσα πρότερον ἐπὶ τὴν εὐσέβειαν ἦγεν τοὺς ὄχλους· 15.268πρῶτον μὲν γὰρ ἀγῶνα πενταετηρικὸν ἀθλημάτων κατεστήσατο Καίσαρι καὶ θέατρον ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν, αὖθίς τʼ ἐν τῷ πεδίῳ μέγιστον ἀμφιθέατρον, περίοπτα μὲν ἄμφω τῇ πολυτελείᾳ, τοῦ δὲ κατὰ τοὺς Ἰουδαίους ἔθους ἀλλότρια· χρῆσίς τε γὰρ αὐτῶν καὶ θεαμάτων τοιούτων ἐπίδειξις οὐ παραδίδοται. 15.269τὴν μέντοι πανήγυριν ἐκεῖνος ἐπιφανεστάτην τὴν τῆς πενταετηρίδος συνετέλει καταγγείλας τε τοῖς πέριξ καὶ συγκαλῶν ἀπὸ τοῦ παντὸς ἔθνους. οἱ δʼ ἀθληταὶ καὶ τὰ λοιπὰ τῶν ἀγωνισμάτων ἀπὸ πάσης γῆς ἐκαλοῦντο κατʼ ἐλπίδα τῶν προκειμένων καὶ τῆς νίκης εὐδοξίᾳ, συνελέγησάν τε οἱ κορυφαιότατοι τῶν ἐν τοῖς ἐπιτηδεύμασιν· 15.270οὐ γὰρ μόνον τοῖς περὶ τὰς γυμνικὰς ἀσκήσεις, ἀλλὰ καὶ τοῖς ἐν τῇ μουσικῇ διαγινομένοις καὶ θυμελικοῖς καλουμένοις προυτίθει μέγιστα νικητήρια· καὶ διεσπούδαστο πάντας τοὺς ἐπισημοτάτους ἐλθεῖν ἐπὶ τὴν ἅμιλλαν. 15.271προύθηκεν δὲ καὶ τεθρίπποις καὶ συνωρίσιν καὶ κέλησιν οὐ μικρὰς δωρεάς, καὶ πάνθʼ, ὅσα κατὰ πολυτέλειαν σεμνοπρέπειαν παρʼ ἑκάστοις ἐσπούδαστο φιλοτιμίᾳ τοῦ διάσημον αὐτῷ γενέσθαι τὴν ἐπίδειξιν ἐξεμιμήσατο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.265 Joseph. AJ 15.269 (English) >>Joseph. AJ 15.274

Powered by PhiloLogic